Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.4 Dem. 29.7 (English) >>Dem. 29.10

29.5ἐπιδείξω δὲ τοῦτον οὐ μόνον ὡμολογηκότʼ εἶναι τὸν Μιλύαν ἐλεύθερον, ἀλλὰ καὶ φανερὸν τοῦτʼ ἔργῳ πεποιηκότα, καὶ πρὸς τούτοις <τοὺς> ἐκ βασάνου περὶ αὐτῶν πεφευγότα τοῦτον τοὺς ἀκριβεστάτους ἐλέγχους, καὶ οὐκ ἐθελήσαντʼ ἐκ τούτων ἐπιδεῖξαι τὴν ἀλήθειαν, ἀλλὰ πανουργοῦντα καὶ μάρτυρας ψευδεῖς παρεχόμενον καὶ διακλέπτοντα τοῖς ἑαυτοῦ λόγοις τὴν ἀλήθειαν τῶν πεπραγμένων, οὕτω μεγάλοις καὶ φανεροῖς ἐλέγχοις ὥσθʼ ὑμᾶς πάντας εἴσεσθαι σαφῶς, ὅτι ἡμεῖς μὲν ἀληθῆ λέγομεν, οὗτος δʼ οὐδὲν ὑγιὲς εἴρηκεν. ἄρξομαι δʼ ἐντεῦθεν ὅθεν καὶ ὑμεῖς ῥᾷστʼ ἂν μάθοιτε κἀγὼ τάχιστʼ ἂν διδάξαιμι.

29.6ἐγὼ γάρ, ἄνδρες δικασταί, Δημοφῶντι καὶ Θηριππίδῃ καὶ τούτῳ δίκας ἔλαχον ἐπιτροπῆς ἀποστερηθεὶς ἁπάντων τῶν ὄντων. γενομένης δέ μοι τῆς δίκης πρὸς τοῦτον πρῶτον, ἐπέδειξα σαφῶς τοῖς δικάζουσιν, ὥσπερ ὑμῖν ἐπιδείξω, πάνθʼ ὅσʼ ἡμῖν κατελείφθη χρήματʼ ἀπεστερηκότα τοῦτον μετʼ ἐκείνων, οὐ καταψευδομαρτυρησάμενος. 29.7τεκμήριον δὲ μέγιστον· μαρτυριῶν γὰρ πλέον πάνυ πολλῶν τῶν ἁπασῶν ἀναγνωσθεισῶν ἐπὶ τῇ δίκῃ, καὶ τούτων τῶν μὲν ὡς ἔδοσάν τι τούτῳ τῶν ἐμῶν καταμαρτυρουσῶν, τῶν δʼ ὡς παρῆσαν κομιζομένῳ, τῶν δʼ ὡς πριάμενοι παρὰ τούτου τούτῳ τὰς τιμὰς διέλυσαν, οὐδʼ τινι τούτων τῶν ψευδομαρτυρίων ἐπεσκήψατο, οὐδὲ τετόλμηκεν διώκειν ἀλλʼ ταύτην μίαν οὖσαν, ἐν δραχμὴν οὐκ ἂν ἔχοι δεῖξαι μεμαρτυρημένην.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.4 Dem. 29.7 (English) >>Dem. 29.10

Powered by PhiloLogic